Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.530 Joseph. BJ 3.537 (English) >>Joseph. BJ 3.542

3.534Οὐεσπασιανὸς ὡς μὲν οὔτʼ ἄξιοι σωτηρίας εἶεν καὶ διαφεύξονται κατὰ τῶν ἀφέντων ἐγίνωσκεν, τὸν δὲ τρόπον αὐτῶν τῆς ἀναιρέσεως διενοεῖτο. 3.535καὶ γὰρ αὐτόθι κτείνων ἐκπολεμώσειν ὑφωρᾶτο τοὺς ἐπιχωρίους, οὐ γὰρ ἀνέξεσθαι φονευομένων ἱκετῶν τοσούτων παρʼ αὐτοῖς, καὶ μετὰ πίστεις ἐπιθέσθαι προελθοῦσιν οὐχ ὑπέμενεν. 3.536ἐξενίκων δʼ οἱ φίλοι μηδὲν κατὰ Ἰουδαίων ἀσεβὲς εἶναι λέγοντες καὶ χρῆναι τὸ συμφέρον αἱρεῖσθαι πρὸ τοῦ πρέποντος, ὅταν μὴ δυνατὸν ἄμφω. 3.537κατανεύσας οὖν αὐτοῖς ἄδειαν ἀμφίβολον ἐπέτρεψεν ἐξιέναι διὰ μόνης τῆς ἐπὶ Τιβεριάδα φερούσης ὁδοῦ. 3.538τῶν δὲ ταχέως πιστευσάντων οἷς ἤθελον καὶ μετὰ φανερῶν ἐν ἀσφαλεῖ τῶν χρημάτων ᾗπερ ἐπετράπη χωρούντων, διαλαμβάνουσιν μὲν οἱ Ῥωμαῖοι τὴν μέχρι Τιβεριάδος πᾶσαν, ὡς μή τις ἀποκλίνειεν, συγκλείουσι δʼ αὐτοὺς εἰς τὴν πόλιν. 3.539καὶ Οὐεσπασιανὸς ἐπελθὼν ἵστησι πάντας ἐν τῷ σταδίῳ, καὶ γηραιοὺς μὲν ἅμα τοῖς ἀχρήστοις διακοσίους ἐπὶ χιλίοις ὄντας ἀνελεῖν ἐκέλευσεν, 3.540τῶν δὲ νέων ἐπιλέξας τοὺς ἰσχυροτάτους ἑξακισχιλίους ἔπεμψεν εἰς τὸν ἰσθμὸν Νέρωνι, καὶ τὸ λοιπὸν πλῆθος εἰς τρισμυρίους καὶ τετρακοσίους ὄντας πιπράσκει χωρὶς τῶν Ἀγρίππᾳ χαρισθέντων· 3.541τοὺς γὰρ ἐκ τῆς τούτου βασιλείας ἐπέτρεψεν αὐτῷ ποιεῖν εἴ τι βούλοιτο· πιπράσκει δὲ καὶ τούτους βασιλεύς.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.530 Joseph. BJ 3.537 (English) >>Joseph. BJ 3.542

Powered by PhiloLogic